Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.66 Joseph. AJ 7.70 (English) >>Joseph. AJ 7.74

7.68ἦν δὲ πᾶς χρόνος ἀπὸ τῆς Ἰησοῦ τοῦ στρατηγοῦ ἐπὶ Χαναναίους στρατείας καὶ τοῦ πολέμου, καθʼ ὃν κρατήσας αὐτῶν κατένειμε ταύτην τοῖς Ἑβραίοις καὶ οὐκέτι τοὺς Χαναναίους ἐκβαλεῖν ἐξ Ἱεροσολύμων ἐδυνήθησαν οἱ Ἰσραηλῖται, μέχρις Δαυίδης αὐτοὺς ἐξεπολιόρκησεν, ἔτη πεντακόσια καὶ δέκα καὶ πέντε. 7.69

Ποιήσομαι δὲ καὶ μνήμην Ὀρόνα πλουσίου μὲν ἀνδρὸς τῶν Ἰεβουσαίων, οὐκ ἀναιρεθέντος δὲ ἐν τῇ Ἱεροσολύμων πολιορκίᾳ ὑπὸ Δαυίδου διὰ τὴν πρὸς τοὺς Ἑβραίους εὔνοιαν αὐτοῦ καί τινα καὶ χάριν καὶ σπουδὴν πρὸς αὐτὸν γενομένην τὸν βασιλέα, ἣν μικρὸν ὕστερον εὐκαιρότερον σημανῶ. 7.70ἔγημε δὲ καὶ ἄλλας γυναῖκας πρὸς ταῖς οὔσαις αὐτῷ Δαυίδης καὶ παλλακὰς ἔσχεν. ἐποιήσατο δὲ καὶ παῖδας ἐννέα τὸν ἀριθμόν, οὓς προσηγόρευσεν Ἀμασέ, Ἀμνου, Σεβάν, Νάθαν, Σολομῶνα, Ἰεβαρῆ, Ἐλιήν, Φαλναγέην, Ναφήν, Ἰεναέ, Ἐλιφαλέ, ἔτι δὲ καὶ θυγατέρα Θαμάραν. τούτων οἱ μὲν ἐννέα ἐξ εὐγενίδων ἦσαν γεγονότες, οὓς δὲ τελευταίους εἰρήκαμεν δύο ἐκ τῶν παλλακίδων. Θαμάρα δὲ ὁμομήτριος Ἀψαλώμῳ ἦν. 7.71

Γνόντες δʼ οἱ Παλαιστῖνοι τὸν Δαυίδην βασιλέα ὑπὸ τῶν Ἑβραίων ἀποδεδειγμένον στρατεύουσιν ἐπʼ αὐτὸν εἰς Ἱεροσόλυμα· καὶ καταλαβόμενοι τὴν κοιλάδα τῶν Γιγάντων καλουμένην, τόπος δέ ἐστιν οὐ πόρρω τῆς πόλεως, ἐν αὐτῇ στρατοπεδεύονται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.66 Joseph. AJ 7.70 (English) >>Joseph. AJ 7.74

Powered by PhiloLogic